20 Mai 2012, St Bernardin
Bernard JOY
Accueil » ESOPE » Esope - Fables
  Articles de cette rubrique :
 

.

 

 

 

 

 

 



De Hermès

 

et de Tirésias

 

 

 

Fable d’ Esope

 

 

 

 

 

Hermès voulant mettre à l'épreuve l'art divinatoire de Tirésias et voir s'il était véridique, lui vola ses bœufs à la campagne, puis vint le trouver à la ville, sous la figure d'un mortel, et descendit chez lui. Averti de la perte de son attelage, Tirésias prit avec lui Hermès, se rendit au faubourg pour observer un augure au sujet du vol, et il pria Hermès de lui dire l'oiseau qu'il apercevrait. Hermès vit d'abord un aigle qui passait en volant de gauche à droite, et il le lui dit. Tirésias répondit que cet oiseau ne les concernait pas. A la deuxième fois, le dieu vit une corneille perchée sur un arbre, qui tantôt levait les yeux en haut, tantôt se penchait vers le sol, et il le lui annonça. Le devin reprit alors: «Eh bien ! cette corneille jure par le ciel et la terre qu'il ne tient qu'à toi que je recouvre mes bœufs.» On pourrait appliquer cette fable à un voleur.

 

 

 

§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§

 

 

 

 

[110] (Version A)

 

 


Ἑρμῆς καὶ Τειρεσίας.
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι,
κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ,
ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ' αὐτῷ. Παραγγελθείσης δὲ
τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβὼν τὸν Ἑρμῆν, ἧκεν
εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ
τούτῳ παρῄνει λέγειν τι ἂν θεάσηται ὄρνεον. Καὶ Ἑρμῆς τὸ μὲν
πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον,
ἀπήγγειλεν αὐτῷ. Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ
δευτέρου ἐδὼν κορώνην ἐπί τινος δένδρου καθημένη, καὶ ποτὲ μὲν
ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. δὲ
ὑποτυχὼν ἔφη.
Ἀλλ' αὕτη γε κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν
σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. Τούτῳ τῷ λόγῳ χρήσαιτο
ἄν τις πρὸς ἄνδρα λκέπτην.

 

 


(Version B)

 

 


Ἑρμῆς καὶ Τειρεσίας.
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν εἰ ἀληθής ἐστι γνῶναι,
κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας, ἧκεν ὡς αὐτὸν εἰς ἄστυ,
ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ παρ' αὐτῷ κατήχθη. Τῆς δὲ τῶν βοῶν
ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαβὼν τὸν Ἑρμῆν
ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ
παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. δὲ Ἑρμῆς
τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ
διιπτάμενον, ἔφρασε. Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον,
ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ
μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ
μάντει φράζει. Καὶ ὃς ὑποτυχὼν εἶπεν· Ἀλλ' αὕτη γε κορώνη
διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς
ἀπολήψομαι βοῦς.
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

 

 

§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§§

 

 

 

.

Tags associés : Hermes, tiresias

J'kaz !
0
Mardi 27 Janvier 2009Poster un commentaire
1 2 3 4 11 21 31 576 > >>
Diaporama
Rubriques